Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.181 Joseph. AJ 9.185 (English) >>Joseph. AJ 9.190

9.183συνέβη δὲ καὶ τότε, λῃστῶν τινων ῥιψάντων εἰς τὸν Ἐλισσαίου τάφον ὃν ἦσαν ἀνῃρηκότες, τὸν νεκρὸν τῷ σώματι αὐτοῦ προσκολληθέντα ἀναζωπυρῆσαι. καὶ τὰ μὲν περὶ Ἐλισσαίου τοῦ προφήτου, ζῶν τε ὅσα προεῖπε καὶ ὡς μετὰ τὴν τελευτὴν ἔτι δύναμιν εἶχε θείαν, ἤδη δεδηλώκαμεν. 9.184

Τελευτήσαντος δὲ τοῦ Σύρων βασιλέως Ἀζαήλου εἰς Ἀδδὰν τὸν υἱὸν αὐτοῦ βασιλεία παραγίνεται· πρὸς τοῦτον συνάπτει πόλεμον Ἰώασος τῶν Ἰσραηλιτῶν βασιλεὺς καὶ τρισὶ μάχαις νικήσας αὐτὸν ἀφείλετο τὴν χώραν ἅπασαν καὶ ὅσας πατὴρ αὐτοῦ Ἀζάηλος πόλεις καὶ κώμας τῆς Ἰσραηλιτῶν βασιλείας παρέλαβε. 9.185τοῦτο μέντοι κατὰ τὴν Ἐλισσαίου προφητείαν ἐγένετο. ἐπεὶ δὲ συνέβη καὶ Ἰώασον ἀποθανεῖν, μὲν ἐν Σαμαρείᾳ κηδεύεται, καθῆκε δὲ εἰς Ἰώασον ἀρχὴ τὸν υἱὸν αὐτοῦ. 9.186

Δευτέρῳ δʼ ἔτει τῆς Ἰωάσου βασιλείας τῶν Ἰσραηλιτῶν ἐβασίλευσεν Ἀμασίας τῆς Ἰούδα φυλῆς ἐν Ἱεροσολύμοις μητρὸς ὢν Ἰωάδη τοὔνομα πολίτιδος δὲ τὸ γένος· θαυμαστῶς δὲ τοῦ δικαίου προυνόει καὶ ταῦτα νέος ὤν. παρελθὼν δʼ ἐπὶ τὰ πράγματα καὶ τὴν ἀρχὴν ἔγνω δεῖν πρῶτον Ἰωάσῳ τιμωρῆσαι τῷ πατρὶ καὶ τοὺς ἐπιθεμένους αὐτῷ φίλους κολάσαι. 9.187καὶ τούτους μὲν συλλαβὼν ἅπαντας ἐφόνευσε, τοὺς δὲ παῖδας αὐτῶν οὐδὲν εἰργάσατο δεινὸν ἀκόλουθα ποιῶν τοῖς Μωσήους νόμοις, ὃς οὐκ ἐδικαίωσε διὰ πατέρων ἁμαρτίας τέκνα κολάζειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.181 Joseph. AJ 9.185 (English) >>Joseph. AJ 9.190

Powered by PhiloLogic